Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.147 Hdt. 4.148 (English) >>Hdt. 4.149

ch. 148 4.148.1 ἐπὶ τούτους δὴ ὦν Θήρας λεὼν ἔχων ἀπὸ τῶν φυλέων ἔστελλε, συνοικήσων τούτοισι καὶ οὐδαμῶς ἐξελῶν αὐτοὺς ἀλλὰ κάρτα οἰκηιούμενος. 4.148.2 ἐπείτε δὲ καὶ οἱ Μινύαι ἐκδράντες ἐκ τῆς ἑρκτῆς ἵζοντο ἐς τὸ Τηΰγετον, τῶν Λακεδαιμονίων βουλευομένων σφέας ἀπολλύναι παραιτέεται Θήρας, ὅκως μήτε φόνος γένηται, αὐτός τε ὑπεδέκετο σφέας ἐξάξειν ἐκ τῆς χώρης. 4.148.3 συγχωρησάντων δὲ τῇ γνώμῃ τῶν Λακεδαιμονίων, τρισὶ τριηκοντέροισι ἐς τοὺς Μεμβλιάρου ἀπογόνους ἔπλωσε, οὔτι πάντας ἄγων τοὺς Μινύας ἀλλʼ ὀλίγους τινάς. 4.148.4 οἱ γὰρ πλεῦνες αὐτῶν ἐτράποντο ἐς τοὺς Παρωρεάτας καὶ Καύκωνας, τούτους δὲ ἐξελάσαντες ἐκ τῆς χώρης σφέας αὐτοὺς ἓξ μοίρας διεῖλον, καὶ ἔπειτα ἔκτισαν πόλιας τάσδε ἐν αὐτοῖσι, Λέπρεον Μάκιστον Φρίξας Πύργον Ἔπιον Νούδιον. τουτέων δὲ τὰς πλεῦνας ἐπʼ ἐμέο Ἠλεῖοι ἐπόρθησαν. τῇ δὲ νήσῳ ἐπὶ τοῦ οἰκιστέω Θήρα ἐπωνυμίη ἐγένετο.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.147 Hdt. 4.148 (English) >>Hdt. 4.149

Powered by PhiloLogic